Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.1 | Dem. 20.4 (English) | >>Dem. 20.8 |
20.3ἀλλὰ νὴ Διʼ ἐκεῖνʼ ἂν ἴσως εἴποι πρὸς ταῦτα , ὅτι διὰ τὸ ῥᾳδίως ἐξαπατᾶσθαι τὸν δῆμον , διὰ τοῦθʼ οὕτως ἔθηκε τὸν νόμον . τί οὖν κωλύει πάντʼ ἀφῃρῆσθαι καὶ ὅλως τὴν πολιτείαν ὑμᾶς κατὰ τοῦτον τὸν λόγον ; οὐ γὰρ ἔστʼ ἐφʼ ὅτου τοῦτʼ οὐ πεπόνθατε τῶν πάντων , ἀλλὰ καὶ ψηφίσματα πολλὰ πολλάκις ἐξαπατηθέντες κεχειροτονήκατε , καὶ συμμάχους ἤδη τινὰς ἥττους ἀντὶ κρειττόνων ἐπείσθηθʼ ἑλέσθαι , καὶ ὅλως ἐν οἶμαι πολλοῖς οἷς πράττετε καὶ τοιοῦτόν τι συμβαίνειν ἀνάγκη .
20.4ἆρʼ οὖν θησόμεθα νόμον διὰ ταῦτα “μηδὲ τὸ λοιπὸν ἐξεῖναι τῇ βουλῇ μηδὲ τῷ δήμῳ μήτε προβουλεύειν μήτε χειροτονεῖν μηδέν ;” ἐγὼ μὲν οὐκ οἶμαι · οὐ γάρ ἐσμεν ἀφαιρεθῆναι δίκαιοι περὶ ὧν ἂν ἐξαπατηθῶμεν , ἀλλὰ διδαχθῆναι πῶς τοῦτο μὴ πεισόμεθα , καὶ θέσθαι νόμον οὐχ ὃς ἀφαιρήσεται τὸ κυρίους ἡμᾶς εἶναι , ἀλλὰ διʼ οὗ τὸν ἐξαπατῶντα τιμωρησόμεθα .
εἰ τοίνυν τις ἐάσας ταῦτʼ αὐτὸ καθʼ αὕτʼ ἐξετάσειεν , πότερόν ποτε λυσιτελέστερόν ἐστι κυρίους μὲν ὑμᾶς εἶναι τῆς δωρειᾶς , ἐξαπατηθέντας δέ τι καὶ φαύλῳ τινὶ δοῦναι , ἢ διὰ τοῦ παντελῶς ἀκύρους γενέσθαι μηδʼ ἂν ἄξιόν τινʼ εἰδῆτʼ ἐξεῖναι τιμῆσαι , εὕροιτʼ ἂν μᾶλλον ἐκεῖνο λυσιτελοῦν . διὰ τί ; ὅτι ἐκ μὲν τοῦ πλείονας ἢ προσήκει τιμᾶν πολλοὺς εὖ ποιεῖν προκαλεῖσθʼ ὑμᾶς , ἐκ δὲ τοῦ μηδενὶ μηδέν , μηδʼ ἂν ἄξιος ᾖ , διδόναι , πάντας ἀπείρξετε τοῦ φιλοτιμεῖσθαι .
20.5
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.1 | Dem. 20.4 (English) | >>Dem. 20.8 |